Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.258 Joseph. AJ 9.261 (English) >>Joseph. AJ 9.266

9.260ἔτει δὲ τετάρτῳ Ὠσήου τῆς βασιλείας ἐβασίλευσεν Ἐζεκίας ἐν Ἱεροσολύμοις Ἀχάζου υἱὸς καὶ Ἀβίας ἀστῆς τὸ γένος. φύσις δʼ ἦν αὐτῷ χρηστὴ καὶ δικαία καὶ εὐσεβής· οὐδὲν γὰρ ἄλλο πρῶτον εἰς τὴν βασιλείαν παρελθὼν οὐδʼ ἀναγκαιότερον οὐδὲ συμφορώτερον αὑτῷ τε καὶ τοῖς ἀρχομένοις ὑπέλαβε τοῦ θρησκεύειν τὸν θεόν, ἀλλὰ συγκαλέσας τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐδημηγόρησεν ἐν αὐτοῖς λέγων· 9.261οὐκ ἀγνοεῖτε μέν, ὡς διὰ τὰς τοῦ πατρὸς ἁμαρτίας τοὐμοῦ παραβάντος τὴν πρὸς θεὸν ὁσίαν καὶ τιμὴν πολλῶν ἐπειράθητε καὶ μεγάλων κακῶν, διαφθαρέντες ὑπʼ αὐτοῦ τὴν διάνοιαν καὶ ἀναπεισθέντες οὓς αὐτὸς ἐδοκίμαζεν εἶναι θεοὺς τούτοις προσκυνεῖν· 9.262παραινῶ δὲ ὑμῖν ἔργῳ μεμαθηκότας, ὡς ἔστι δεινὸν τὸ ἀσεβεῖν, τούτου μὲν ἤδη λήθην ποιήσασθαι, καθᾶραι δʼ αὑτοὺς ἐκ τῶν προτέρων μιασμάτων τούς τε ἱερεῖς καὶ Ληουίτας καὶ συνελθόντας οὕτως ἀνοῖξαι τὸ ἱερόν, καὶ καθάραντας αὐτὸ ταῖς ἐξ ἔθους θυσίαις εἰς τὴν ἀρχαίαν καὶ πάτριον ἀνακαλέσασθαι τιμήν. οὕτως γὰρ τὸν θεὸν εὐμενῆ ποιήσαιμεν ἀφέντα τὴν ὀργήν.” 9.263

Ταῦτʼ εἰπόντος τοῦ βασιλέως οἱ ἱερεῖς ἀνοίγουσί τε τὸ ἱερὸν καὶ ἀνοίξαντες τὰ σκεύη τοῦ θεοῦ καὶ τὰ μιάσματα ἐκβαλόντες τὰς ἐξ ἔθους τῷ βωμῷ θυσίας ἐπέφερον. διαπέμψας δʼ βασιλεὺς εἰς τὴν ὑπʼ αὐτὸν χώραν ἐκάλει τὸν λαὸν εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄξοντα· πολὺν γὰρ ἐκλελοίπει χρόνον διὰ τὰς τῶν προειρημένων βασιλέων παρανομίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.258 Joseph. AJ 9.261 (English) >>Joseph. AJ 9.266

Powered by PhiloLogic